Ancient Greek
27.3 to 27.4
Plutarch, Λυκοῦργος 27.3-4
Not analysed yet
ὅθεν οὐδʼ ἀποδημεῖν ἔδωκε τοῖς βουλομένοις καὶ πλανᾶσθαι, ξενικὰ συνάγοντας ἤθη καὶ μιμήματα βίων ἀπαιδεύτων καὶ πολιτευμάτων διαφόρων, ἀλλὰ καὶ τοὺς ἀθροιζομένους ἐπʼ οὐδενὶ χρησίμῳ καὶ παρεισρέοντας εἰς τὴν πόλιν ἀπήλαυνεν, οὐχ, ὡς Θουκυδίδης φησί, δεδιὼς μὴ τῆς πολιτείας μιμηταὶ γένωνται καὶ πρὸς ἀρετήν τι χρήσιμον ἐκμάθωσιν, ἀλλὰ μᾶλλον ὅπως μὴ διδάσκαλοι κακοῦ τινος ὑπάρξωσιν. ἅμα γάρ ξένοις σώμασιν ἀνάγκη λόγους ἐπεισιέναι ξένους· λόγοι δὲ καινοὶ κρίσεις καινὰς ἐπιφέρουσιν. ἐξ ὧν ἀνάγκη πάθη πολλὰ φύεσθαι καὶ προαιρέσεις ἀπᾳδούσας πρὸς τὴν καθεστῶσαν πολιτείαν, ὥσπερ ἁρμονίαν. διὸ μᾶλλον ᾤετο χρῆναι φυλάττειν τὴν πόλιν ὅπως ἠθῶν οὐκ ἀναπλησθήσεται πονηρῶν ἢ σωμάτων νοσερῶν ἔξωθεν ἐπεισιόντων.