Ancient Greek · ~2 min
Chapter 3
Plutarch, Λυκοῦργος 3.4
Not analysed yet
ὁ δὲ δεξάμενος, ὡς λέγεται, καὶ πρὸς τοὺς παρόντας εἰπών, βασιλεὺς ὑμῖν γέγονεν, ὦ Σπαρτιᾶται, κατέκλινεν ἐν τῇ βασιλικῇ χώρᾳ καὶ Χαρίλαον ὠνόμασε διὰ τὸ τοὺς πάντας εἶναι περιχαρεῖς, ἀγαμένους αὐτοῦ τὸ φρόνημα καὶ τὴν δικαιοσύνην. ἐβασίλευσε δὲ μῆνας ὀκτὼ τὸ σύμπαν, ἦν δὲ καὶ τἆλλα περίβλεπτος ὑπὸ τῶν πολιτῶν, καὶ πλείονες ἐγένοντο τῶν ὡς ἐπιτρόπῳ βασιλέως καὶ βασιλικὴν ἐξουσίαν ἔχοντι πειθομένων οἱ διʼ ἀρετὴν προσέχοντες αὐτῷ καὶ ποιεῖν ἐθέλοντες ἑτοίμως τὸ προσταττόμενον.