Ancient Greek · ~1 min
Chapter 31
Plutarch, Λυκοῦργος 31.4
Not analysed yet
τελευτῆσαι δὲ τὸν Λυκοῦργον οἱ μὲν ἐν Κίρρᾳ λέγουσιν, Ἀπολλόθεμις δὲ εἰς Ἦλιν κομισθέντα, Τίμαιος δὲ καὶ Ἀριστόξενος ἐν Κρήτῃ καταβιώσαντα καὶ τάφον Ἀριστόξενος αὐτοῦ δείκνυσθαὶ φησιν ὑπὸ Κρητῶν τῆς Περγαμίας περὶ τὴν ξενικὴν ὁδόν. υἱὸν δὲ λέγεται μονογενῆ καταλιπεῖν Ἀντίωρον οὗ τελευτήσαντος ἀτέκνου τὸ γένος ἐξέλιπεν.