Ancient Greek · ~2 min
Chapter 12
Plutarch, Λύσανδρος 12.3
Not analysed yet
ἔστι δέ τις πιθανωτέρα δόξα ταύτης, εἰρηκότων ἐνίων ὡς οἱ διᾴττοντες ἀστέρες οὐ ῥύσις εἰσὶν οὐδʼ ἐπινέμησις αἰθερίου πυρὸς ἐν ἀέρι κατασβεννυμένου περὶ τὴν ἔξαψιν αὐτήν, οὐδὲ ἀέρος εἰς τὴν ἄνω χώραν πλήθει λυθέντος ἔκπρησις καὶ ἀνάφλεξις, ῥῖψις δὲ καὶ πτῶσις οὐρανίων σωμάτων οἷον ἐνδόσει τινὶ τόνου καὶ περιτρόπου κινήσεως ἐκπαλῶν φερομένων οὐ πρὸς τὸν οἰκούμενον τόπον τῆς γῆς, ἀλλὰ τῶν πλείστων ἐκτὸς εἰς τὴν μεγάλην ἐκπιπτόντων θάλατταν· διὸ καὶ λανθάνουσι.