Ancient Greek · ~2 min
21.1 to 21.2
Plutarch, Λύσανδρος 21.1-2
Not analysed yet
μόλις δὲ καὶ χαλεπῶς ἀφεθῆναι διαπραξάμενος ὑπὸ τῶν ἐφόρων ἐξέπλευσεν. οἱ δὲ βασιλεῖς ἀποδημήσαντος αὐτοῦ συμφρονήσαντες ὅτι ταῖς ἑταιρείαις τὰς πόλεις κατέχων διὰ παντὸς ἄρχει καὶ κύριός ἐστι τῆς Ἑλλάδος, ἔπρασσον ὅπως ἀποδώσουσι τοῖς δημόταις τὰ πράγματα τοὺς ἐκείνου φίλους ἐκβαλόντες. οὐ μὴν ἀλλὰ πάλιν πρὸς ταῦτα κινήματος γενομένου, καὶ πρώτων τῶν ἀπὸ Φυλῆς Ἀθηναίων ἐπιθεμένων τοῖς τριάκοντα καὶ κρατούντων, ἐπανελθὼν διὰ ταχέων ὁ Λύσανδρος ἔπεισε τοὺς Λακεδαιμονίους ταῖς ὀλιγαρχίαις βοηθεῖν καὶ τοὺς δήμους κολάζειν. καὶ πρώτοις τοῖς τριάκοντα πέμπουσιν ἑκατὸν τάλαντα πρὸς τὸν πόλεμον καὶ στρατηγὸν αὐτὸν Λύσανδρον.