Ancient Greek · ~4 min
22.1 to 22.3
Plutarch, Λύσανδρος 22.1-3
Not analysed yet
ἦν δὲ καὶ τῷ λόγῳ θρασὺς καὶ καταπληκτικὸς πρὸς τοὺς ἀντιτείνοντας. Ἀργείοις μὲν γὰρ ἀμφιλογουμένοις περὶ γῆς ὅρων καὶ δικαιότερα τῶν Λακεδαιμονίων οἰομένοις λέγειν δείξας τὴν μάχαιραν, ὁ ταύτης, ἔφη, κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται. Μεγαρέως δὲ ἀνδρὸς ἔν τινι συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, οἱ λόγοι σου, εἶπεν, ὦ ξένε, πόλεως δέονται. τοὺς δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας ἠρώτα πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν. ἐπεὶ δὲ τῶν Κορινθίων ἀφεστώτων παρερχόμενος πρὸς τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦντας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, οὐκ αἰσχύνεσθε, ἔφη, τοιούτους φοβούμενοι πολεμίους, ὧν οἱ λαγωοὶ διʼ ἀργίαν τοῖς τείχεσιν ἐγκαθεύδουσιν; ἐπεὶ δὲ Ἆγις ὁ βασιλεὺς ἐτελεύτησεν ἀδελφὸν μὲν Ἀγησίλαον καταλιπών, υἱὸν δὲ νομιζόμενον Λεωτυχίδαν, ἐραστὴς τοῦ Ἀγησιλάου γεγονὼς ὁ Λύσανδρος ἔπεισεν αὐτὸν ἀντιλαμβάνεσθαι τῆς βασιλείας ὡς Ἡρακλείδην ὄντα γνήσιον. ὁ γὰρ Λεωτυχίδας διαβολὴν εἶχεν ἐξ Ἀλκιβιάδου γεγονέναι, συνόντος κρύφα τῇ Ἄγιδος γυναικὶ Τιμαίᾳ καθʼ ὃν χρόνον φεύγων ἐν Σπάρτῃ διέτριβεν.