Ancient Greek · ~3 min
22.5 to 22.6
Plutarch, Λύσανδρος 22.5-6
Not analysed yet
οὗτοι μὲν οὖν ἐμαρτύρουν ταῦτα τῷ Λεωτυχίδᾳ· τὸν δʼ Ἀγησίλαον λαμπρὸν ὄντα τἆλλα καὶ συναγωνιστῇ τῷ Λυσάνδρῳ χρώμενον ἔβλαπτε Διοπείθης, ἀνὴρ εὐδόκιμος ἐπὶ χρησμολογίᾳ, τοιόνδε μάντευμα προφέρων εἰς τὴν χωλότητα τοῦ Ἀγησιλάου· φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία. δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι φθισιβρότου τʼ ἐπὶ κῦμα κυλινδόμενον πολέμοιο. πολλῶν οὖν ὑποκατακλινομένων πρὸς τὸ λόγιον καὶ τρεπομένων πρὸς τὸν Λεωτυχίδαν, ὁ Λύσανδρος οὐκ ὀρθῶς ἔφη τὸν Διοπείθη τὴν μαντείαν ὑπολαμβάνειν· οὐ γὰρ ἂν προσπταίσας τις ἄρχῃ Λακεδαιμονίων, δυσχεραίνειν τὸν θεόν, ἀλλὰ χωλὴν εἶναι τὴν βασιλείαν εἰ νόθοι καὶ κακῶς γεγονότες βασιλεύσουσι σὺν Ἡρακλείδαις. τοιαῦτα λέγων καὶ δυνάμενος πλεῖστον ἔπεισε, καὶ γίνεται βασιλεὺς Ἀγησίλαος.