Ancient Greek · ~2 min
Chapter 23
Plutarch, Λύσανδρος 23.7
Not analysed yet
ταῦτα ἀκούοντες οἱ πολλοὶ τοῦ μὲν ἐνοχλεῖν αὐτὸν περὶ πραγμάτων ἀπείχοντο, τὰς δὲ θεραπείας οὐ κατέλιπον, ἀλλὰ προσφοιτῶντες ἐν τοῖς περιπάτοις καὶ γυμνασίοις ἔτι μᾶλλον ἢ πρότερον ἠνίων τὸν Ἀγησίλαον ὑπὸ φθόνου τῆς τιμῆς, ὥστε τοῖς πολλοῖς Σπαρτιάταις ἡγεμονίας πραγμάτων καὶ διοικήσεις πόλεων ἀποδιδοὺς τὸν Λύσανδρον ἀπέδειξε κρεοδαίτην. εἶτα οἷον ἐφυβρίζων πρὸς τοὺς Ἴωνας, ἀπιόντες, ἔφη, νῦν τὸν ἐμὸν κρεοδαίτην θεραπευέτωσαν.