# Λύσανδρος 23.8-9

Plutarch, Λύσανδρος, 23.8 to 23.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-103/23.8

ἔδοξεν οὖν τῷ Λυσάνδρῳ διὰ λόγων πρὸς αὐτὸν ἐλθεῖν· καὶ γίνεται βραχὺς καὶ Λακωνικὸς αὐτῶν διάλογος. ἦ καλῶς ᾔδεις, ὦ Ἀγησίλαε, φίλους ἐλαττοῦν. καὶ ὅς· ἄν γε ἐμοῦ βούλωνται μείζονες εἶναι· τοὺς δὲ αὔξοντας τὴν ἐμὴν δύναμιν καὶ μετέχειν αὐτῆς δίκαιον. ἀλλʼ ἴσως μέν, ὦ Ἀγησίλαε, σοὶ λέλεκται κάλλιον ἢ ἐμοὶ πέπρακται· δέομαι δέ σου καὶ διὰ τοὺς ἐκτὸς ἀνθρώπους, οἳ πρὸς ἡμᾶς ἀποβλέπουσιν, ἐνταῦθά με τῆς σεαυτοῦ στρατηγίας τάξον, ὅπου τεταγμένον ἥκιστα μὲν ἐπαχθῆ, μᾶλλον δὲ χρήσιμον ἔσεσθαι σεαυτῷ νομίζεις.

---

Plutarch, Λύσανδρος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg032.local001/.
