Ancient Greek · ~3 min
27.3 to 27.4
Plutarch, Λύσανδρος 27.3-4
Not analysed yet
πρὸς ταῦτα γὰρ ἀντεψηφίσαντο Θηβαῖοι ψηφίσματα πρέποντα καὶ ἀδελφὰ ταῖς Ἡρακλέους καὶ Διονύσου πράξεσιν, οἰκίαν μὲν ἀνεῷχθαι πᾶσαν καὶ πόλιν ἐν Βοιωτίᾳ τοῖς δεομένοις Ἀθηναίων, τὸν δὲ τῷ ἀγομένῳ φυγάδι μὴ βοηθήσαντα ζημίαν ὀφείλειν τάλαντον, ἂν δέ τις Ἀθήναζε διὰ τῆς Βοιωτίας ἐπὶ τοὺς τυράννους ὅπλα κομίζῃ, μήτε ὁρᾶν τινα Θηβαῖον μήτε ἀκούειν. καὶ οὐκ ἐψηφίσαντο μὲν οὕτως Ἑλληνικὰ καὶ φιλάνθρωπα, τὰς δὲ πράξεις τοῖς γράμμασιν ὁμοίας οὐ παρέσχον, ἀλλὰ Θρασύβουλος καὶ οἱ σὺν αὐτῷ Φυλὴν καταλαβόντες ἐκ Θηβῶν ὡρμήθησαν, ὅπλα καὶ χρήματα καὶ τὸ λαθεῖν καὶ τὸ ἄρξασθαι Θηβαίων αὐτοῖς συμπαρασκευασάντων. αἰτίας μὲν οὖν ταύτας ἔλαβε κατὰ τῶν Θηβαίων ὁ Λύσανδρος.