Ancient Greek · ~2 min
Chapter 28
Plutarch, Λύσανδρος 28.5
Not analysed yet
ἔστι δὲ καὶ τὸ τῆς Ἀλκμήνης μνημεῖον ἐγγύς· ἐνταῦθα γάρ, ὥς φασιν, ἐκηδεύθη συνοικήσασα Ῥαδαμάνθυϊ μετὰ τὴν Ἀμφιτρύωνος τελευτήν. οἱ δὲ ἐν τῇ πόλει Θηβαῖοι μετὰ τῶν Ἁλιαρτίων συντεταγμένοι τέως μὲν ἡσύχαζον, ἐπεὶ δὲ τὸν Λύσανδρον ἅμα τοῖς πρώτοις προσπελάζοντα τῷ τείχει κατεῖδον, ἐξαπίνης ἀνοίξαντες τὰς πύλας καὶ προσπεσόντες αὐτόν τε μετὰ τοῦ μάντεως κατέβαλον καὶ τῶν ἄλλων ὀλίγους τινάς· οἱ γὰρ πλεῖστοι ταχέως ἀνέφυγον πρὸς τὴν φάλαγγα.