Ancient Greek · ~1 min
Chapter 29
Plutarch, Λύσανδρος 29.3
Not analysed yet
τὸν δὲ Λύσανδρον ᾗ πρῶτον κομίζοντες ὑπὲρ τοὺς ὅρους ἐγένοντο τῆς Βοιωτίας ἐν φίλῃ καὶ συμμαχίδι χώρᾳ τῇ Πανοπέων κατέθεσαν, οὗ νῦν τὸ μνημεῖόν ἐστι παρὰ τὴν ὁδὸν εἰς Χαιρώνειαν ἐκ Δελφῶν πορευομένοις. ἐνταῦθα δὴ τῆς στρατιᾶς καταυλισαμένης λέγεταί τινα τῶν Φωκέων ἑτέρῳ μὴ παρατυχόντι τὸν ἀγῶνα διηγούμενον, εἰπεῖν ὡς οἱ πολέμιοι προσπέσοιεν αὐτοῖς τοῦ Λυσάνδρου τὸν Ὁπλίτην ἤδη διαβεβηκότος.