Ancient Greek · ~2 min
Chapter 9
Plutarch, Λύσανδρος 9.4
Not analysed yet
καὶ τὸν Ἑλλήσποντον ἔρημον καταλαβὼν ἐπεχείρει Λαμψακηνοῖς αὐτὸς ἐκ θαλάττης ταῖς ναυσί, Θώραξ δὲ τῷ πεζῷ στρατῷ συνανύσας εἰς τὸ αὐτὸ προσέβαλε τοῖς τείχεσιν. ἑλὼν δὲ τὴν πόλιν κατὰ κράτος διαρπάσαι τοῖς στρατιώταις ἔδωκεν. ὁ δὲ τῶν Ἀθηναίων στόλος ὀγδοήκοντα καὶ ἑκατὸν τριήρων ἐτύγχανε μὲν ἄρτι καθωρμισμένος εἰς Ἐλαιοῦντα τῆς Χερρονήσου, πυνθανόμενοι δὲ ἀπολωλέναι τὴν Λάμψακον εὐθὺς εἰς Σηστὸν καταίρουσι.