Ancient Greek
23.1 to 23.4
Plutarch, Μάρκελλος 23.1-4
Not analysed yet
τοῦ δὲ Μαρκέλλου τὸ τέταρτον ὑπατεύοντος οἱ ἐχθροὶ τοὺς Συρακουσίους ἀνέπεισαν εἰς Ῥώμην ἀφικομένους κατηγορεῖν καὶ καταβοᾶν πρὸς τὴν σύγκλητον ὡς δεινὰ καὶ παράσπονδα πεπονθότας. ἔτυχε μὲν οὖν ἐν Καπιτωλίῳ θυσίαν τινὰ συντελῶν ὁ Μάρκελλος· ἔτι δὲ συγκαθεζομένῃ τῇ γερουσίᾳ τῶν Συρακουσίων προσπεσόντων καὶ δεομένων λόγου τυχεῖν καὶ δίκης, ὁ μὲν συνάρχων ἐξεῖργεν αὑτούς, ἀγανακτῶν ὑπὲρ τοῦ Μαρκέλλου μὴ παρόντος, ὁ δὲ Μάρκελλος εὐθὺς ἧκεν ἀκούσας, καὶ πρῶτον μὲν ἐπὶ τοῦ δίφρου καθίσας ὡς ὕπατος ἐχρημάτιζεν, ἔπειτα, τῶν ἄλλων τέλος ἐχόντων, καταβὰς ἀπὸ τοῦ δίφρου καὶ καταστὰς ὥσπερ ἰδιώτης εἰς τὸν τόπον ἐν ᾧ λέγειν εἰώθασιν οἱ κρινόμενοι, τοῖς Συρακουσίοις ἐλέγχειν αὑτὸν παρεῖχεν. οἱ δὲ δεινῶς μὲν συνεταράχθησαν πρὸς τὸ ἀξίωμα καὶ τὸ πεποιθὸς τοῦ ἀνδρός, καὶ τὸ ἐν τοῖς ὅπλοις ἀνυπόστατον ἔτι μᾶλλον ἐν τῇ περιπορφύρῳ φοβερὸν ἡγοῦντο καὶ δυσαντίβλεπτον. οὐ μὴν ἀλλὰ καὶ παραθαρρυνόντων αὐτοὺς τῶν διαφερομένων πρὸς τὸν Μάρκελλον ἤρξαντο τῆς κατηγορίας καὶ διεξῆλθον ὀλοφυρμῷ τινι μεμιγμένην δικαιολογίαν, ἧς ἦν τὸ κεφάλαιον ὅτι σύμμαχοι καὶ φίλοι Ῥωμαίοις ὄντες πεπόνθασιν ἃ πολλοῖς τῶν πολεμίων ἕτεροι στρατηγοὶ μὴ παθεῖν ἐχαρίσαντο. πρὸς ταῦτα ὁ Μάρκελλος ἔλεγεν ὡς ἀντὶ πολλῶν ὧν δεδράκασι Ῥωμαίους κακῶς οὐδὲν πεπόνθασι, πλὴν ἃ πολέμῳ καὶ κατὰ κράτος ἁλόντας ἀνθρώπους κωλῦσαι παθεῖν οὐ δυνατόν ἐστιν, οὕτω δὲ ἁλῶναι διʼ αὑτούς, πολλὰ προκαλουμένῳ πεισθῆναι μὴ ἐθελήσαντας.