Ancient Greek · ~4 min
29.1 to 29.3
Plutarch, Μάρκελλος 29.1-3
Not analysed yet
οὐ μὴν ἀλλὰ θυσιῶν καὶ καθαρμῶν ὧν ὑπηγόρευον οἱ μάντεις γενομένων ἐξῆλθε μετὰ τοῦ συνάρχοντος ἐπὶ τόν πόλεμον, καὶ πολλὰ μεταξὺ Βαντίας πόλεως καὶ Βενυσίας καθήμενον ἠρέθιζε τόν Ἀννίβαν. ὁ δὲ εἰς μάχην μὲν οὐ κατέβαινεν, αἰσθόμενος δὲ πεμπομένην ὑπʼ αὐτῶν στρατιὰν ἐπὶ Λοκροὺς τοὺς Ἐπιζεφυρίους, κατὰ τόν περὶ Πετηλίαν λόφον ὑφεὶς ἐνέδρας πεντακοσίους καὶ δισχιλίους ἀπέκτεινε. τοῦτο Μάρκελλον ἐξέφερε τῷ θυμῷ πρὸς τὴν μάχην, καὶ προσῆγεν ἄρας ἐγγυτέρω τὴν δύναμιν. ἦν δὲ μεταξὺ τῶν στρατοπέδων λόφος ἐπιεικῶς μὲν εὐερκής, ὕλης δὲ παντοδαπῆς ἀνάπλεως· εἶχε δὲ καὶ σκοπὰς περικλινεῖς ἐπʼ ἀμφότερα, καὶ ναμάτων ὑπεφαίνοντο πηγαὶ καταρρεόντων, ἐθαύμαζον οὖν οἱ Ῥωμαῖοι Ἀννίβαν ὅτι πρῶτος ἐλὼν εὐφυᾶ τόπον οὕτως οὐ κατέσχεν, ἀλλʼ ἀπέλιπε τοῖς πολεμίοις. τῷ δὲ ἄρα καλὸν μὲν ἐνστρατοπεδεῦσαι τὸ χωρίον ἐφαίνετο, πολὺ δὲ κρεῖττον ἐνεδρεῦσαι· καὶ πρὸς τοῦτο μᾶλλον αὐτῷ χρῆσθαι βουλόμενος ἐνέπλησε τὴν ὕλην καὶ τὰς κοιλάδας ἀκοντιστῶν τε πολλῶν καὶ λογχοφόρων, πεπεισμένος ἐπάξεσθαι διʼ εὐφυΐαν αὐτὰ τὰ χωρία τοὺς Ῥωμαίους.