# Μάρκελλος 29.6-9

Plutarch, Μάρκελλος, 29.6 to 29.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-104/29.6

ὧν Ῥωμαῖος οὐδεὶς ἦν, ἀλλʼ οἱ μὲν ἄλλοι Τυρρηνοί, τεσσαράκοντα δὲ Φρεγελλανοί, πεῖραν ἀρετῆς καὶ πίστεως ἀεὶ τῷ Μαρκέλλῳ δεδωκότες. ὑλώδους δὲ τοῦ λόφου καὶ συνηρεφοῦς ὄντος ἀνὴρ καθήμενος ἄνω σκοπὴν εἶχε τοῖς πολεμίοις, αὐτὸς οὐ συνορώμενος, καθορῶν δὲ τῶν Ῥωμαίων τὸ στρατόπεδον. καὶ τὰ γινόμενα τούτου φράσαντος τοῖς λοχῶσι, προσελαύνοντα τόν Μάρκελλον ἐάσαντες ἐγγὺς προσελθεῖν ἐξαίφνης ἀνέστησαν, καὶ περιχυθέντες ἅμα πανταχόθεν ἠκόντιζον, ἔπαιον, ἐδίωκον τοὺς φεύγοντας, συνεπλέκοντο τοῖς ὑφισταμένοις· οὗτοι δʼ ἦσαν οἱ τεσσαράκοντα Φρεγελλανοί. καὶ τῶν Τυρρηνῶν εὐθὺς ἐν ἀρχῇ διατρεσάντων αὐτοὶ συστραφέντες ἠμύνοντο πρὸ τῶν ὑπάτων, ἄχρι οὗ Κρισπῖνος μὲν ἀκοντίσμασι δυσὶ βεβλημένος ἐπέστρεψεν εἰς φυγὴν τόν ἵππον, Μάρκελλον δέ τις λόγχῃ πλατείᾳ διὰ τῶν πλευρῶν διήλασεν, ἣν λαγκίαν καλοῦσιν. οὕτω δὲ καὶ τῶν Φρεγελλανῶν οἱ περιόντες ὀλίγοι παντάπασιν αὐτὸν μὲν πεσόντα λείπουσι, τόν δʼ υἱὸν ἁρπάσαντες τετρωμένον φεύγουσιν ἐπὶ τὸ στρατόπεδον. ἐγένοντο δὲ νεκροὶ μὲν οὐ πολλῷ τῶν τεσσαράκοντα πλειους, αἰχμάλωτοι δὲ τῶν μὲν ῥαβδούχων πέντε, τῶν δὲ ἱππέων εἴκοσι δυεῖν δέοντες, ἐτελεύτησε δὲ καὶ Κρισπῖνος ἐκ τῶν τραυμάτων οὐ πολλὰς ἡμέρας ἐπιβιώσας. καὶ πάθος τοῦτο Ῥωμαίοις συνέπεσε πρότερον οὐ γεγονός, ἀμφοτέρους ἐξ ἑνὸς ἀγῶνος τοὺς ὑπάτους ἀποθανεῖν.

---

Plutarch, Μάρκελλος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg022.local001/.
