Ancient Greek · ~3 min
5.3 to 5.4
Plutarch, Μάρκελλος 5.3-4
Not analysed yet
ἡ δὲ οὐ κατεφρόνησε τοῦ κατὰ μικρὸν οὕτως ἐλλείμματος, ἀλλʼ ἔγραψε τοῖς ἀνδράσι· καὶ ἐκεῖνοι τὰς ἐπαρχίας ἀπολιπόντες ἐπανῆλθον εἰς Ῥώμην ταχὺ καὶ κατέθεντο τὴν ἀρχήν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπράχθη· περὶ δὲ τοὺς αὐτοὺς ἐκείνους χρόνους καὶ δύο ἱερεῖς ἐπιφανέστατοι τὰς ἱερωσύνας ἀφῃρέθησαν, Κορνήλιος μὲν Κέθηγος ὅτι τὰ σπλάγχνα τοῦ ἱερείου παρὰ τάξιν ἐπέδωκε, Κούϊντος δὲ Σουλπίκιος ἐπὶ τῷ θύοντος αὐτοῦ τὸν κορυφαῖον ἀπορρυῆναι τῆς κεφαλῆς πῖλον, ὃν οἱ καλούμενοι φλαμίνιοι φοροῦσι. Μινουκίου δὲ δικτάτορος ἵππαρχον ἀποδείξαντος Γάϊον Φλαμίνιον, ἐπεὶ τρισμὸς ἠκούσθη μυὸς ὃν σόρικα καλοῦσιν, ἀποψηφισάμενοι τούτους αὖθις ἑτέρους κατέστησαν, καὶ τὴν ἐν οὕτω μικροῖς ἀκρίβειαν φυλάττοντες οὐδεμιᾷ προσεμίγνυσαν δεισιδαιμονίᾳ, τῷ μηδὲν ἀλλάττειν μηδὲ παρεκβαίνειν τῶν πατρίων.