# Μάρκελλος 6.1-2

Plutarch, Μάρκελλος, 6.1 to 6.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-104/6.1

Ὡς δʼ οὖν ἐξωμόσαντο τὴν ἀρχὴν οἱ περὶ τὸν Φλαμίνιον, διὰ τῶν καλουμένων μεσοβασιλέων ὕπατος ἀποδείκνυται Μάρκελλος, καὶ παραλαβὼν τὴν ἀρχὴν ἀποδείκνυσιν αὑτῷ συνάρχοντα Γναῖον Κορνήλιον. ἐλέχθη μὲν οὖν ὡς πολλὰ συμβατικὰ τῶν Γαλατῶν λεγόντων, καὶ τῆς βουλῆς εἰρηναῖα βουλομένης, ὁ Μάρκελλος ἐξετράχυνε τὸν δῆμον ἐπὶ τὸν πόλεμον· οὐ μὴν ἀλλὰ καὶ γενομένης εἰρήνης ἀνακαινίσαι τὸν πόλεμον οἱ Γαισάται δοκοῦσι, τὰς Ἄλπεις ὑπερβαλόντες καὶ τοὺς Ἰνσόμβρους ἐπάραντες· τρισμύριοι γὰρ ὄντες προσεγένοντο πολλαπλασίοις ἐκείνοις οὖσι καὶ μέγα φρονοῦντες εὐθὺς ἐπʼ Ἀκέρρας ὥρμησαν, πόλιν ὑπὲρ ποταμοῦ Πάδου ἀνῳκισμένην. ἐκεῖθεν δὲ μυρίους τῶν Γαισατῶν ὁ βασιλεὺς Βριτόματος ἀναλαβὼν τὴν περὶ Πάδον χώραν ἐπόρθει.

---

Plutarch, Μάρκελλος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg022.local001/.
