Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Γάϊος Μάρκιος 1.2
Not analysed yet
Γάϊος δὲ Μάρκιος, ὑπὲρ οὗ τάδε γέγραπται, τραφεὶς ὑπὸ μητρὶ χήρᾳ πατρὸς ὀρφανός, ἀπέδειξε τὴν ὀρφανίαν ἄλλα μὲν ἔχουσαν κακά, πρὸς δὲ τὸ γενέσθαι σπουδαῖον ἄνδρα καὶ διαφέροντα τῶν πολλῶν οὐδὲν ἐμποδὼν οὖσαν, ἄλλως δὲ τοῖς φαύλοις αἰτιᾶσθαι καὶ ψέγειν παρέχουσαν αὑτὴν ὡς ἀμελείᾳ διαφθείρουσαν. ὁ δʼ αὐτὸς ἀνὴρ ἐμαρτύρησε καὶ τοῖς τὴν φύσιν ἡγουμένοις, ἐὰν οὖσα γενναία καὶ ἀγαθὴ παιδείας ἐνδεὴς γένηται, πολλὰ τοῖς χρηστοῖς ὁμοῦ φαῦλα συναποτίκτειν, ὥσπερ εὐγενῆ χώραν ἐν γεωργίᾳ θεραπείας μὴ τυχοῦσαν.