Ancient Greek · ~3 min
14.2 to 14.4
Plutarch, Γάϊος Μάρκιος 14.2-4
Not analysed yet
οὐ γὰρ ὑποψίᾳ δήπου διανομῆς ἀργυρίου καὶ δεκασμῶν ἄζωστον ἐβούλοντο προσιέναι καὶ ἀχίτωνα τοῖς πολίταις τὸν δεόμενον αὐτῶν ὀψὲ γὰρ μετὰ πολὺν χρόνον ὠνὴ καὶ πρᾶσις ἐπεισῆλθε, καὶ συνεμίγη ταῖς ἐκκλησιαστικαῖς ψήφοις ἀργύριον. ἐκ δὲ τούτου καὶ δικαστῶν θιγοῦσα καὶ στρατοπέδων ἡ δωροδοκία περιέστησεν εἰς μοναρχίαν τὴν πόλιν, ἐξανδραποδισαμένη τὰ ὅπλα τοῖς χρήμασιν. οὐ γὰρ κακῶς ἔοικεν εἰπεῖν ὁ εἰπὼν ὅτι πρῶτος κατέλυσε τὸν δῆμον ὁ πρῶτος ἑστιάσας καὶ δεκάσας. φαίνεται δὲ κρύφα καὶ κατὰ μικρὸν ὑπορρέον οὐκ εὐθὺς ἔκδηλον ἐν Ῥώμῃ γενέσθαι τὸ κακόν. οὐ γὰρ ἴσμεν ὅστις ἦν ὁ δεκάσας πρῶτος ἐν Ῥώμῃ δῆμον ἢ δικαστήριον· Ἀθήνησι δὲ λέγεται πρῶτος ἀργύριον δοῦναι δικασταῖς Ἄνυτος ὁ Ἀνθεμίωνος, προδοσίας περὶ Πύλου κρινόμενος, ἐν τοῖς Πελοποννησιακοῖς ἤδη τελευτῶσιν, ὁπηνίκα τὸ χρυσοῦν ἔτι γένος καὶ ἀκήρατον ἐν Ῥώμῃ τὴν ἀγορὰν κατεῖχεν.