Ancient Greek · ~3 min
21.1 to 21.3
Plutarch, Γάϊος Μάρκιος 21.1-3
Not analysed yet
πλὴν αὐτὸς ὁ Μάρκιος, ἀνέκπληκτος καὶ ἀταπείνωτος, καὶ σχήματι καὶ βαδίσματι καὶ προσώπῳ καθεστηκὼς, ἐν πᾶσι τοῖς ἄλλοις ἐφαίνετο πεπονθόσιν ἀσυμπαθὴς ἑαυτῷ μόνος, οὐχ ὑπὸ λογισμοῦ καὶ πρᾳότητος, οὐδὲ τῷ φέρειν μετρίως τὸ συμβεβηκός, ἀλλʼ ἐμπαθὴς ὢν ὑπʼ ὀργῆς καὶ βαρυφροσύνης, ὅπερ ἀγνοοῦσιν οἱ πολλοὶ λύπην οὖσαν. ὅταν γὰρ εἰς θυμὸν μεταβάλῃ, καθάπερ ἐκπυρωθεῖσα τὸ ταπεινὸν ἀποβάλλει καὶ ἀργόν· ᾗ καὶ δοκεῖ δραστικὸς ὁ θυμούμενος ὡς θερμὸς ὁ πυρέττων, οἷον ἐν σφυγμῷ καὶ διατάσει καὶ ὄγκῳ γενομένης τῆς ψυχῆς, Ἐδήλωσε δὲ τοῖς ἔργοις αὐτίκα μάλα τὴν διάθεσιν ταύτην ὁ Μάρκιος. εἰσελθὼν γὰρ οἴκαδε, καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα μετὰ κλαυθμοῦ καὶ βοῆς ὀλοφυρομένας ἀσπασάμενος καὶ κελεύσας μετρίως φέρειν τὸ συμβεβηκός, εὐθὺς ἀπιὼν ἐβάδιζεν ἐπὶ τὰς πύλας. ἐκεῖ δὲ τῶν πατρικίων ὁμοῦ πάντων προπεμπόντων αὐτὸν οὔτε τι λαβὼν οὔτε τινὸς δεηθεὶς ἀπηλλάττετο, τρεῖς ἢ τέτταρας πελάτας ἔχων περὶ αὑτόν.