Ancient Greek · ~2 min
Chapter 26
Plutarch, Γάϊος Μάρκιος 26.2
Not analysed yet
ἔνιοι δέ φασιν ἀπάτῃ τοῦ Μαρκίου καὶ δόλῳ γενέσθαι τοῦτο, πέμψαντος εἰς Ῥώμην πρὸς τοὺς ἄρχοντας οὐκ ἀληθῆ κατήγορον τῶν Οὐολούσκων, ὡς ἐν ταῖς θέαις διανοουμένων ἐπιθέσθαι τοῖς Ῥωμαίοις καὶ τὴν πόλιν ἐμπιπρᾶν. πάντας μὲν γὰρ αὐτοὺς τὸ κήρυγμα τοῦτο δυσμενεστέρους ἐποίησε τοῖς Ῥωμαίοις· ὁ δὲ Τύλλος ἐπὶ μεῖζον αἴρων τὸ πρᾶγμα καὶ παροξύνων τέλος ἔπεισε πέμψαντας εἰς Ῥώμην τήν τε χώραν ἀπαιτεῖν καὶ τὰς πόλεις, ὅσας ἀφῄρηνται πολέμῳ τῶν Οὐολούσκων.