Ancient Greek · ~2 min
Chapter 27
Plutarch, Γάϊος Μάρκιος 27.3
Not analysed yet
ὅθεν ηὐπόρησε λείας τοσαύτης ὅσην ἄγοντας καὶ φέροντας καὶ χρωμένους ἐν τῷ στρατοπέδῳ τοὺς Οὐολούσκους ἀπειπεῖν, ἦν δὲ μικρότατον ἔργον αὐτῷ τῆς στρατείας ἐκείνης ἡ εὐπορία καὶ τὸ πολλὰ βλάψαι καὶ κακῶσαι τὴν χώραν οὗ δʼ ἕνεκα ταῦτʼ ἔπραττε, μέγα, τὸ τοὺς πατρικίους προσδιαβαλεῖν τῷ δήμῳ. τὰ γὰρ ἄλλα πάντα λυμαινόμενος καὶ διαφθείρων, τοὺς ἐκείνων ἀγροὺς ἰσχυρῶς ἐφύλαττε, καὶ οὐκ εἴα κακουργεῖν οὐδὲ λαμβάνειν ἐξ ἐκείνων οὐδέν.