Ancient Greek
Chapter 28
Plutarch, Γάϊος Μάρκιος 28.2
Not analysed yet
μᾶλλον οὖν ἐπιρρωσθεὶς ὁ Μάρκιος ἐχώρει πρῶτον ἐπὶ Κίρκαιον, πόλιν ἀποικίδα Ῥωμαίων, καὶ ταύτην ἐνδοῦσαν ἑκουσίως οὐδὲν ἠδίκησε. μετὰ δὲ ταύτην ἐπόρθει τὴν Λατίνων χώραν, ἐνταῦθα προσμαχεῖσθαι προσδεχόμενος αὐτῷ τοὺς Ῥωμαίους ὑπὲρ τῶν Λατίνων συμμάχων ὄντων καὶ πολλάκις αὐτοὺς ἐπικαλουμένων.