Ancient Greek · ~2 min
31.2 to 31.3
Plutarch, Γάϊος Μάρκιος 31.2-3
Not analysed yet
ὅθεν αἱ πρῶται κατηγορίαι κρύφα διεσπείροντο, καὶ συνιστάμενοι πρὸς ἀλλήλους ἠγανάκτουν, καὶ προδοσίαν ἐκάλουν τὴν ἀνάζευξιν, οὐ τειχῶν οὐδʼ ὅπλων, ἀλλὰ καιρῶν, οἷς καὶ τἆλλα πάντα σῴζεσθαι καὶ πάλιν ἀπόλλυσθαι πέφυκεν, ἡμερῶν τριάκοντα τῷ πολέμῳ δεδομένων, οὗ μείζονας οὐδὲν ἐν ἐλάττονι χρόνῳ λαμβάνειν μεταβολάς. καίτοι τὸν χρόνον τοῦτον ὁ Μάρκιος οὐκ ἀργὸν διῆγεν, ἀλλὰ τοὺς συμμάχους τῶν πολεμίων ἔφθειρεν ἐπιὼν καὶ περιέκοπτε καὶ πόλεις ἑπτὰ μεγάλας καὶ πολυανθρώπους ἔλαβεν. οἱ δὲ Ῥωμαῖοι βοηθεῖν μὲν οὐκ ἐτόλμων, ἀλλʼ ὄκνου πλήρεις ἦσαν αὐτῶν αἱ ψυχαί, καὶ τοῖς ἐκνεναρκηκόσι κομιδῇ καὶ παραλελυμένοις σώμασιν ὁμοίως διέκειντο πρὸς τὸν πόλεμον.