Ancient Greek · ~1 min
Chapter 32
Plutarch, Γάϊος Μάρκιος 32.7
Not analysed yet
ἢ γὰρ ἀπαλλακτέον ὅλως τὰ θεῖα πάσης αἰτίας καὶ ἀρχῆς τῶν καθʼ ἡμᾶς, ἤ τις ἂν ἄλλος εἴη τρόπος ᾧ βοηθοῦσιν ἀνθρώποις καὶ συνεργοῦσιν; οὐ τὸ σῶμα δήπου πλάττοντες ἡμῶν, οὐδὲ τὰς χεῖρας, ὡς δεῖ, μετατιθέντες αὐτοὶ καὶ τοὺς πόδας, ἀλλὰ τῆς ψυχῆς τὸ πρακτικὸν καὶ προαιρετικὸν ἀρχαῖς τισι καὶ φαντασίαις καὶ ἐπινοίαις ἐγείροντες ἢ τοὐναντίον ἀποστρέφοντες καὶ ἱστάντες.