Ancient Greek · ~2 min
37.2 to 37.3
Plutarch, Γάϊος Μάρκιος 37.2-3
Not analysed yet
ψηφισαμένης δὲ τῆς βουλῆς, ὅ τι ἂν αὑταῖς ἀξιώσωσι γενέσθαι πρὸς δόξαν ἢ χάριν, τοῦτο ποιῆσαι καί παρασχεῖν τοὺς ἄρχοντας, οὐδὲν ἠξίωσαν ἄλλο ἢ Τύχης γυναικείας ἱερὸν ἱδρύσασθαι, τὸ μὲν ἀνάλωμα συμβαλόμεναι παρʼ αὑτῶν, ἱερουργίας δὲ καί τιμὰς, ὅσαι θεοῖς πρέπουσι, δημοσίᾳ τῆς πόλεως ἀναλαβούσης. ἐπεὶ δὲ ἡ βουλὴ τὴν μὲν φιλοτιμίαν ἐπῄνεσε, δημοσίαις δὲ δαπάναις ἐποιήσατο τὸν νεὼν καί τὸ ἕδος, οὐδὲν ἧττον αὐταὶ χρήματα συνεισενεγκοῦσαι δεύτερον ἄγαλμα κατεσκεύασαν, ὃ δὴ καί φασι Ῥωμαῖοι καθιστάμενον ἐν τῷ ἱερῷ φθέγξασθαί τι τοιοῦτον· θεοφιλεῖ με θεσμῷ γυναῖκες δεδώκατε.