Ancient Greek · ~1 min
Chapter 39
Plutarch, Γάϊος Μάρκιος 39.4
Not analysed yet
οὐ γὰρ ἂν ἔδοξαν ἀδικεῖσθαι τὴν Ῥώμην ὑποχείριον μὴ λαβόντες, εἰ μὴ τοῦ λαβεῖν ἐγγὺς ἐγένοντο διὰ Μάρκιον. οὐκέτʼ οὖν ἔδοξε διαμέλλειν οὐδὲ πειρᾶσθαι τῶν πολλῶν, ἀλλʼ ἐγκραγόντες οἱ θρασύτατοι τῶν συνεστώτων ὡς οὐκ ἔστιν ἀκουστέον οὐδὲ περιοπτέον Οὐολούσκοις τὸν προδότην τυραννοῦντα καὶ μὴ κατατιθέμενον τὴν ἀρχήν, προσπεσόντες ἀθρόοι διέφθειραν αὐτόν, καὶ προσήμυνεν οὐδεὶς τῶν παρόντων.