Ancient Greek · ~1 min
Chapter 39
Plutarch, Γάϊος Μάρκιος 39.6
Not analysed yet
τὸν δὲ Μάρκιον εὐθὺς ἐπόθει τὰ Οὐολούσκων πράγματα, πρῶτον μὲν γὰρ στασιάσαντες πρὸς Αἰκανοὺς συμμάχους καὶ φίλους ὄντας ὑπὲρ ἡγεμονίας, ἄχρι τραυμάτων καὶ φόνων προῆλθον ἔπειτα μάχῃ κρατηθέντες ὑπὸ Ῥωμαίων, ἐν ᾗ Τύλλος ἀπέθανε καὶ τὸ ἀνθοῦν μάλιστα τῆς δυνάμεως διεφθάρη, διαλύσεις αἰσχίστας ἠγάπησαν ὑπήκοοι γενόμενοι, καὶ τὸ προσταττόμενον αὐτοῖς ποιήσειν ὁμολογήσαντες.