Ancient Greek
Chapter 4
Plutarch, Γάϊος Μάρκιος 4.2
Not analysed yet
τοῦτο παθὼν καὶ ὁ Μάρκιος αὐτὸς αὑτῷ ζῆλον ἀνδραγαθίας προὔθηκε, καινός τε ἀεὶ βουλόμενος εἶναι ταῖς πράξεσιν ἀριστείαις ἀριστείας συνῆπτε καὶ λάφυρα λαφύροις ἐπέφερε, καὶ τοῖς προτέροις ἀεὶ τοὺς ὑστέρους ἡγεμόνας εἶχε περὶ τῆς ἐκείνου τιμῆς ἐρίζοντας, καὶ μαρτυρίας ὑπερβαλέσθαι. πολλῶν γέ τοι τότε Ῥωμαίοις ἀγώνων καὶ πολέμων γενομένων, ἐξ οὐδενὸς ἀστεφάνωτος ἦλθεν οὐδʼ ἀγέραστος.