Ancient Greek · ~1 min
Chapter 4
Plutarch, Γάϊος Μάρκιος 4.4
Not analysed yet
ἀλλʼ ἐκεῖνος μὲν ἀμφοτέρων ἀπέλαυσε τῶν γονέων συνηδομένων καὶ συνευημερούντων, Μάρκιος δὲ τῇ μητρὶ καὶ τὰς τοῦ πατρὸς ὀφείλειν χάριτας οἰόμενος οὐκ ἐνεπίμπλατο τὴν Οὐολουμνίαν εὐφραίνων καὶ τιμῶν, ἀλλὰ καὶ γυναῖκα βουλομένης καὶ δεομένης ἐκείνης, ἔγημε καὶ τὴν οἰκίαν ᾤκει γενομένων παίδων ὁμοῦ μετὰ τῆς μητρός.