Ancient Greek · ~1 min
Chapter 6
Plutarch, Γάϊος Μάρκιος 6.2
Not analysed yet
ὧν πλέον οὐδὲν οἰκοῦσι τὴν Ῥώμην ὑπάρχειν αὐτοῖς, ἀλλʼ ἢ τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ὑπὲρ τῶν πλουσίων στρατευομένοις. ταῦτʼ ἔδεισεν ἡ βουλή, καὶ τοὺς ἐπιεικεῖς μάλιστα καὶ δημοτικοὺς τῶν πρεσβυτέρων ἐξαπέστειλε, προηγόρει δὲ Μενήνιος Ἀγρίππας· καὶ πολλὰ μὲν τοῦ δήμου δεόμενος, πολλὰ δʼ ὑπὲρ τῆς βουλῆς παρρησιαζόμενος τελευτῶντι τῷ λόγῳ περιῆλθεν εἰς σχῆμα μύθου διαμνημονευόμενον.