Ancient Greek · ~2 min
8.5 to 8.6
Plutarch, Γάϊος Μάρκιος 8.5-6
Not analysed yet
οὐ πολλῶν δὲ βουλομένων ἐπακολουθεῖν, ὠσάμενος διὰ τῶν πολεμίων ἐνήλατο ταῖς πύλαις καὶ συνεισέπεσε, μηδενὸς τὸ πρῶτον ἀντισχεῖν μηδʼ ὑποστῆναι τολμήσαντος, ἔπειτα δέ, ὡς κατεῖδον ὀλίγους παντάπασιν ἔνδον ὄντας, συμβοηθούντων καὶ προσμαχομένων, ἀναμεμιγμένος ὁμοῦ φίλοις καὶ πολεμίοις ἄπιστον ἀγῶνα λέγεται καὶ χειρὸς ἔργοις καὶ ποδῶν τάχει καὶ τολμήμασι ψυχῆς ἀγωνιζόμενος ἐν τῇ πόλει, καὶ κρατῶν ἁπάντων πρὸς οὓς ὀρούσειε, τοὺς μὲν ἐξῶσαι πρὸς τὰ ἔσχατα μέρη, τῶν δʼ ἀπειπαμένων καὶ καταβαλόντων τὰ ὅπλα πολλὴν ἄδειαν τῷ Λαρκίῳ παρασχεῖν ἔξωθεν ἐπάγοντι τοὺς Ῥωμαίους.