# Γάϊος Μάρκιος 9.3

Plutarch, Γάϊος Μάρκιος, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-105/9.3

ταῦτα δὴ πράττοντας ἤδη τοὺς στρατιώτας Μάρκιος ἐν ὄψει τῶν πολεμίων ὄντων κατελάμβανε, καὶ τὸ μὲν πρῶτον ἐνίους διετάραξεν ὀφθεὶς μετʼ ὀλίγων, αἵματος περίπλεως καὶ ἱδρῶτος ἐπεὶ δὲ προσδραμὼν τῷ ὑπάτῳ περιχαρὴς τὴν δεξιὰν ἐνέβαλε καὶ τῆς πόλεως ἀπήγγειλε τὴν ἅλωσιν, ὁ δὲ Κομίνιος περιεπτύξατο αὐτὸν καὶ κατησπάσατο, τοῖς μὲν πυθομένοις τὸ γεγενημένον κατόρθωμα, τοῖς δʼ εἰκάσασι θάρσος παρέστη, καὶ βοῇ παρεκάλουν ἄγειν καὶ συνάπτειν.

---

Plutarch, Γάϊος Μάρκιος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg016.local001/.
