Ancient Greek · ~4 min
10.4 to 10.6
Plutarch, Γάιος Μάριος 10.4-6
Not analysed yet
ὡς δὲ πιστεύσας ἀνέβη πρὸς αὐτὸν ὁ Σύλλας, ἔσχε μέν τις τροπὴ γνώμης καὶ μετάνοια τὸν βάρβαρον, ἡ μέρας τε συχνὰς διηνέχθη τῷ λογισμῷ, βουλευόμενος ἣ παραδοῦναι τὸν Ἰουγούρθαν ἣ μηδὲ τὸν Σύλλαν ἀφεῖναι· τέλος δὲ τὴν προτέραν κυρώσας προδοσίαν, ἐνεχείρισε τῷ Σύλλᾳ ζῶντα τὸν Ἰουγούρθαν. καὶ τοῦτο πρῶτον ὑπῆρξεν αὐτοῖς σπέρμα τῆς ἀνηκέστου καὶ χαλεπῆς ἐκείνης στάσεως, ἣ μικρὸν ἐδέησεν ἀνατρέψαι τὴν Ῥώμην. πολλοὶ γάρ ἐβούλοντο τοῦ Σύλλα τὸ ἔργον εἶναι τῷ Μαρίῳ φθονοῦντες, αὐτός τε Σύλλας σφραγῖδα ποιησάμενος ἐφόρει γλυφὴν ἔχουσαν ἐγχειριζόμενον ὑπὸ τοῦ Βόκχου τὸν Ἰουγούρθαν ἑαυτῷ. καὶ ταύτῃ χρώμενος ἀεὶ διετέλει φιλότιμον ἄνδρα καὶ πρὸς κοινωνίαν δόξης ἀγνώμονα ,καὶ δύσεριν ἐρεθίζων τὸν Μάριον, ἐναγόντων μάλιστα τῶν ἐχθρῶν τῶν ἐκείνου, καὶ τὰ μὲν πρῶτα τοῦ πολέμου καὶ μέγιστα τῷ Μετέλλῳ, τὰ δ’ ἔσχατα καὶ τὸ πέρας αὐτοῦ Σύλλᾳ προστιθέντων, ὡς παύσαιτο θαυμάζων καὶ προσέχων ἐκείνῳ μάλιστα πάντων ὁ δῆμος.