Ancient Greek · ~1 min
Chapter 11
Plutarch, Γάιος Μάριος 11.9
Not analysed yet
οἳ καὶ μάλιστα τὴν φορὰν αὐτῶν κακῶς ἀγωνισάμενοι κατὰ τῆς Ῥώμης ἐπεσπάσαντο. νικήσαντες γὰρ οἷς ἐνέτυχον, καὶ χρημάτων πολλῶν κρατήσαντες; ἔγνωσαν μηδαμοῦ γῆς ἑαυτοὺς ἱδρύειν, πρὶν ἀνατρέψωσι τὴν Ῥώμην καὶ διαπορθήσωσι τὴν Ἰταλίαν.