Ancient Greek · ~2 min
Chapter 16
Plutarch, Γάιος Μάριος 16.2
Not analysed yet
ταῦτα μὲν ἰδίᾳ πρὸς τοὺς ἡγεμόνας καὶ τοὺς ὁμοτίμους ἔλεγε, τοὺς δὲ στρατιώτας ὑπὲρ τοῦ χάρακος ἱστὰς ἀνὰ μέρος καὶ θεᾶσθαι κελεύων εἴθιζε τὴν μορφὴν ἀνέχεσθαι τῶν πολεμίων καὶ τήν φωνὴν ὑπομένειν ὅλως οὖσαν ἀλλόκοτον καὶ θηριώδη, σκευήν τε καὶ κίνησιν αὐτῶν καταμανθάνειν, ἅμα τῷ χρόνῳ τὰ φαινόμενα δεινὰ ποιουμένους τῇ διανοίᾳ χειροήθη διὰ τῆς ὄψεως· ἡγεῖτο γὰρ πολλὰ μὲν ἐπιψεύδεσθαι τῶν οὐ προσόντων τὴν καινότητα τοῖς φοβεροῖς, ἐν δὲ τῇ συνηθείᾳ καὶ τὰ τῇ φύσει δεινὰ τὴν ἔκπληξιν ἀποβάλλειν.