Ancient Greek · ~3 min
16.4 to 16.5
Plutarch, Γάιος Μάριος 16.4-5
Not analysed yet
τίνα δὴ καταγνοὺς ἀνανδρίαν ἡμῶν Μάριος εἴργει μάχης ὥσπερ γυναῖκας ὑπὸ κλεισὶ καὶ θυρωροῖς; φέρε, παθόντες ἀνδρῶν πάθος ἐλευθέρων ἐρώμεθα πότερον ἄλλους ἀναμένει μαχουμένους ὑπὲρ τῆς Ἰταλίας, ἡμῖν δὲ λειτουργοῖς χρήσεται διὰ παντός, ὅταν δέῃται τάφρους ὀρύσσειν καὶ πηλὸν ἐκκαθαίρειν καὶ ποταμούς τινας παρατρέπειν; ἐπὶ ταῦτα γάρ, ὡς ἔοικεν, ἤσκει τοῖς πολλοῖς πόνοις ἡμᾶς, καὶ ταῦτα τῶν ὑπατειῶν ἀποδειξάμενος ἔργα τοῖς πολίταις ἐπάνεισιν. ἢ τὰ Κάρβωνος αὐτὸν φοβεῖ καὶ Καιπίωνος, οὓς ἐνίκησαν οἱ πολέμιοι, πολὺ μὲν αὐτοὺς τῆς Μαρίου δόξης καὶ ἀρετῆς ἀποδέοντας, πολὺ δὲ χείρονα στρατὸν ἄγοντας; ἀλλὰ καὶ παθεῖν τι δρῶντας, ὡς ἐκεῖνοι, κάλλιον ἢ καθῆσθαι πορθουμένων τῶν συμμάχων θεατάς.