Ancient Greek · ~2 min
Chapter 17
Plutarch, Γάιος Μάριος 17.3
Not analysed yet
τοῦτο μὲν οὖν τὸ δρᾶμα πολλοῖς ἀμφισβήτησιν παρεῖχεν, εἴτε πεπεισμένος ὡς ἀληθῶς εἴτε πλαττόμενος καὶ συνυποκρινόμενος ἐπιβείκνυται τὴν ἄνθρωπον. τὸ δὲ περὶ τοὺς γῦπας θαύματος ἄξιον Ἀλέξανδρος ὁ Μύνδιος ἱστόρηκε. δύο γὰρ ἐφαίνοντο πρὸ τῶν κατορθωμάτων ἀεὶ περὶ τὰς στρατιὰς καὶ παρηκολούθουν γνωριζόμενοι χαλκοῖς περιδεραίοις· ταὐτὰ δὲ οἱ στρατιῶται συλλαβόντες αὐτούς περιῆψαν, εἶτα ἀφῆκαν· ἐκ δὲ τούτου γνωρίζοντες ἠσπάζοντο αὐτούς οἱ στρατιῶται καὶ φανέντων ἐπὶ ταῖς ἐξόδοις ἔχαιρον ὡς ἀγαθὸν τι πράξοντες.