Ancient Greek · ~4 min
18.2 to 18.4
Plutarch, Γάιος Μάριος 18.2-4
Not analysed yet
ἐπορεύοντο δὲ ἐγγύς, πυνθανόμενοι τῶν Ῥωμαίων μετὰ γέλωτος εἴ τι πρὸς τὰς γυναῖκας ἐπιστέλλοιεν αὐτοὶ γάρ ἔσεσθαι ταχέως παρʼ αὐταῖς. ἐπεὶ δὲ παρήλλαξαν οἱ βάρβαροι καὶ προῄεσαν, ἄρας καὶ αὐτὸς ἐπηκολούθει σχέδην, ἐγγὺς μὲν ἀεὶ καὶ παρʼ αὐτοὺς ἐκείνους ἱδρυόμενος, ὀχυραῖς δὲ χρώμενος στρατοπεδείαις καὶ χωρία καρτερὰ προβαλλόμενος, ὥστε ἐν ἀσφαλεῖ νυκτερεύειν. οὕτω δὴ προϊόντες ἐγένοντο πρὸς τοῖς καλουμένοις ὕδασι Σεξτίοις, ὅθεν ἔδει πορευθέντας οὐ πολλὴν ὁδὸν ἐν ταῖς Ἄλπεσιν εἶναι. διὸ δὴ καὶ Μάριος ἐνταῦθα παρεσκευάζετο μάχεσθαι, καὶ κατέλαβε τῷ στρατοπέδῳ τόπον ἰσχυρὸν μέν, ὕδωρ δὲ ἄφθονον οὐκ ἔχοντα, βουλόμενος, ὥς φασι, καὶ τούτῳ παροξῦναι τοὺς στρατιώτας. πολλῶν γέ τοι δυσχεραινόντων καὶ διψήσειν λεγόντων, δείξας τῇ χειρὶ ποταμόν τινα ῥέοντα πλησίον τοῦ βαρβαρικοῦ χάρακος, ἐκεῖθεν αὐτοῖς ἔφησεν εἶναι ποτὸν ὤνιον αἵματος. τί οὖν, ἔφασαν, οὐκ εὐθὺς ἡμᾶς ἄγεις ἐπʼ αὐτούς, ἕως ὑγρὸν τὸ αἷμα ἔχομεν; κἀκεῖνος ἠρέμα τῇ φωνῇ, πρότερον, εἶπεν, ὀχυρωτέον ἡμῖν τὸ στρατόπεδον.