Ancient Greek · ~2 min
19.5 to 19.6
Plutarch, Γάιος Μάριος 19.5-6
Not analysed yet
τοὺς μὲν οὖν Ἄμβρωνας διέσπασε τὸ ῥεῖθρον οὐ γάρ ἔφθασαν εἰς τάξιν καταστῆναι διαβάντες, ἀλλὰ τοῖς πρώτοις εὐθὺς μετὰ δρόμου τῶν Λιγύων προσπεσόντων ἐν χερσὶν ἦν ἢ μάχη· τοῖς δὲ Λίγυσι τῶν Ῥωμαίων ἐπιβοηθούντων καὶ φερομένων ἄνωθεν ἐπὶ τοὺς βαρβάρους βιασθέντες ἐτράποντο. καὶ πλεῖστοι μὲν αὐτοῦ περὶ τὸ ῥεῖθρον ὠθούμενοι κατʼ ἀλλήλων ἐπαίοντο καὶ κατεπίμπλασαν φόνου καὶ νεκρῶν τὸν ποταμόν, τοὺς δὲ διαβάντες οἱ Ῥωμαῖοι μὴ τολμῶντας ἀναστρέφειν ἔκτεινον ἄχρι τοῦ στρατοπέδου καὶ τῶν ἁμαξῶν φεύγοντας.