Ancient Greek · ~2 min
Chapter 23
Plutarch, Γάιος Μάριος 23.5
Not analysed yet
ἔνθα δὴ Κάτλος ἔδειξεν ἑαυτόν, ὥσπερ χρὴ τὸν ἀγαθὸν καὶ τέλειον ἄρχοντα, τὴν αὑτοῦ δόξαν ἐν ὑστέρῳ τῶν πολιτῶν τιθέμενον. ἐπεὶ γάρ οὐκ ἔπειθε τοὺς στρατιώτας μένειν, ἀλλʼ ἑώρα περιδεῶς ἀναζευγνύντας, ἄρασθαι κελεύσας τὸν ἀετὸν εἰς τοὺς πρώτους τῶν ἀπερχομένων ὥρμησε δρόμῳ καὶ πρῶτος ἡγεῖτο, βουλόμενος αὑτοῦ τὸ αἰσχρόν, ἀλλὰ μὴ τῆς πατρίδος γενέσθαι, καὶ δοκεῖν μὴ φεύγοντας, ἀλλʼ ἑπομένους τῷ στρατηγῷ ποιεῖσθαι τὴν ἀποχώρησιν.