Ancient Greek · ~1 min
Chapter 31
Plutarch, Γάιος Μάριος 31.1
Not analysed yet
δόγματος δὲ εἰσφερομένου Μέτελλον ἀπὸ τῆς φυγῆς ἀνακαλεῖσθαι, πολλὰ καὶ διὰ λόγων καὶ διʼ ἔργων μάτην ἐναντιωθεὶς τέλος ἀπεῖπε· καὶ δεξαμένου τὴν γνώμην τοῦ δήμου προθύμως, οὐχ ὑπομένων κατερχόμενον ἐπιδεῖν τὸν Μέτελλον ἐξέπλευσεν εἰς Καππαδοκίαν καὶ Γαλατίαν, λόγῳ μὲν ἀποδώσων ἃς εὔξατο τῇ Μητρὶ τῶν θεῶν θυσίας, ἑτέραν δὲ τῆς ἀποδημίας ἔχων ὑπόθεσιν λανθάνουσαν τοὺς πολλούς.