Ancient Greek · ~1 min
Chapter 32
Plutarch, Γάιος Μάριος 32.3
Not analysed yet
ἀντεφιλονίκει δὲ Σύλλας, καὶ τὴν στάσιν ὅσον οὔπω φερομένην εἰς μέσον ἐπέσχεν ὁ συμμαχικὸς πόλεμος ἐξαίφνης ἐπὶ τὴν πόλιν ἀναρραγείς. τὰ γὰρ μαχιμώτατα τῶν Ἰταλικῶν ἐθνῶν καὶ πολυανθρωπότατα κατὰ τῆς Ῥώμης συνέστησαν καὶ μικρὸν ἐδέησαν συγχέαι τὴν ἡγεμονίαν, οὐ μόνον ὅπλοις ἐρρωμένα καὶ σώμασιν, ἀλλὰ καὶ τόλμαις στρατηγῶν καὶ δεινότησι χρησάμενα θαυμασταῖς καὶ ἀντιπάλοις.