Ancient Greek · ~2 min
Chapter 33
Plutarch, Γάιος Μάριος 33.2
Not analysed yet
οὐ μὴν ἀλλὰ καὶ τότε μάχῃ τε μεγάλῃ νικήσας ἑξακισχιλίους ἀνεῖλε τῶν πολεμίων, καὶ λαβὴν οὐδαμῇ παρέσχεν αὐτοῖς, ἀλλὰ καὶ περιταφρευόμενος ἠνέσχετο καὶ χλευαζόμενος καὶ καλούμενος οὐ παρωξύνθη. λέγεται δὲ Ποπλίου Σίλωνος, ὃς μέγιστον εἶχε τῶν πολεμίων ἀξίωμα καὶ δύναμιν, εἰπόντος πρὸς αὐτόν, εἰ μέγας εἶ στρατηγός, ὦ Μάριε, διαγώνισαι καταβάς, ἀποκρίνασθαι, Σὐ μὲν οὖν, εἰ μέγας εἶ στρατηγός, ἀνάγκασόν με διαγωνίσασθαι μὴ βουλόμενον.