Ancient Greek · ~2 min
Chapter 34
Plutarch, Γάιος Μάριος 34.1
Not analysed yet
ἐπεὶ δὲ ἤδη τῶν Ἰταλῶν ἐγκεκλικότων ἐμνηστεύοντο πολλοὶ τὸν Μιθριδατικὸν πόλεμον ἐν Ῥώμῃ διὰ τῶν δημαγωγῶν, παρὰ πᾶσαν ἐλπίδα Σουλπίκιος δήμαρχος, ἀνήρ θρασύτατος, παραγαγὼν Μάριον ἀπεδείκνυεν ἀνθύπατον στρατηγὸν ἐπὶ Μιθριδάτην. καὶ ὁ δῆμος διέστη, τῶν μὲν αἱρουμένων τὰ Μαρίου, τῶν δὲ Σύλλαν καλούντων καὶ τὸν Μάριον ἐπὶ θερμὰ κελευόντων εἰς Βαΐας βαδίζειν καὶ τὸ σῶμα θεραπεύειν ὑπό τε γήρως καὶ ῥευμάτων ἀπειρηκός, ὡς αὐτὸς ἔλεγε.