Ancient Greek · ~1 min
Chapter 35
Plutarch, Γάιος Μάριος 35.1
Not analysed yet
ταῦτα τὴν πόλιν ἐκ πολλῶν χρόνων ὕπουλον γεγενημένην καὶ νοσοῦσαν ἀνέρρηξεν, εὐφυέστατον εὑρόντος ὄργανον Μαρίου πρὸς τὸν κοινὸν ὄλεθρον τὸ Σουλπικίου θράσος, ὃς διὰ τἆλλα πάντα θαυμάζων καὶ ζηλῶν τὸν Σατορνῖνον ἀτολμίαν ἐπεκάλει τοῖς πολιτεύμασιν αὑτὸν καὶ μέλλησιν.