Ancient Greek · ~2 min
Chapter 38
Plutarch, Γάιος Μάριος 38.5
Not analysed yet
οὐ μὴν ἥ γε Φαννίᾳ τότε πάθος γυναικὸς ἠδικημένης ἔλαβεν, ἀλλʼ ὡς εἶδε τὸν Μάριον, πορρωτάτω γενομένη τοῦ μνησικακεῖν, ἐκ τῶν παρόντων ἐπεμελεῖτο καὶ παρεθάρρυνεν αὐτόν, ὁ δὲ κἀκείνην ἐπῄνει καὶ θαρρεῖν ἔφασκε· σημεῖον γάρ αὐτῷ γεγονέναι χρηστόν. ἦν δὲ τοιοῦτον. ὡς ἀγόμενος πρὸς τῇ οἰκίᾳ τῆς Φαννίας ἐγεγόνει, τῶν θυρῶν ἀνοιχθεισῶν ὄνος ἔνδοθεν ἐχώρει δρόμῳ, πιόμενος ἀπὸ κρήνης ἐγγὺς ἀπορρεούσης·