Ancient Greek · ~2 min
Chapter 39
Plutarch, Γάιος Μάριος 39.4
Not analysed yet
ἄλλου δὲ ἄλλο τι προθύμως ὑπηρετοῦντος καὶ σπευδόντων ἁπάντων ἐγίνετο τριβὴ τοῦ χρόνου. τὸ γάρ τῆς λεγομένης Μαρίκας ἄλσος, ὃ σέβονται καὶ παραφυλάττουσι μηθὲν ἐκεῖθεν ἐκκομισθῆναι τῶν εἰσκομισθέντων, ἐμποδὼν ἦν τῆς ἐπὶ θάλασσαν ὁδοῦ, καὶ κύκλῳ περιιόντας ἔδει βραδύνειν, ἄχρι οὗ τῶν πρεσβυτέρων τις ἐκβοήσας ἔφη μηδεμίαν ἄβατον μηδʼ· ἀπόρεντον ὁδὸν εἶναι διʼ ἧς σῴζεται Μάριος, καὶ πρῶτος αὐτὸς λαβών τι τῶν κομιζομένων ἐπὶ ναῦν διὰ τοῦ τόπου διεξῆλθε.