Ancient Greek · ~1 min
Chapter 4
Plutarch, Γάιος Μάριος 4.1
Not analysed yet
τὸν δ’ οὖν Μάριον ὑπὸ ταύτης λέγεται μάλιστα τῆς φωνῆς, ὥσπερ ὑπὸ θείας κληδόνος, ἐπαρθέντα ταῖς ἐλπίσιν ὁρμῆσαι πρὸς τὴν πολιτείαν, καὶ τυχεῖν δημαρχίας Κεκιλίου Μετέλλου σπουδάσαντος, οὗ τὸν οἶκον ἐξ ἀρχῆς καὶ πατρόθεν ἐθεράπευεν.